Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.14-2
Not analysed yet
καὶ πῶς εἰ μὴ οἷόν τε ἣν εἰκόνα τοιαύτην ποιεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, ἐμήνυσε δὲ ἄρα τοῦ φαινομένου καὶ ὁρωμένου κόσμου τὰ μέρη, οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ, ἀέρα τε καὶ γῆν καὶ τὰ ἐν τούτοις· εἰ δὴ οὑν τῶν ὁρωμένων τοῦ κόσμου μερῶν οὐχ οἶόν τε ἣν εἰκόνα συστήσασθαι, καθὸ νοῦς ἦν ὁ θεὸς, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργήσειεν;