Ancient Greek · ~3 min
10.12 to 10.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.12-2-13
Not analysed yet
εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.” καὶ πάλιν σὺ κύριε κατ’ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” καὶ αὖθις ‟ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” Ταῦτα μὲν οὑν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ καὶ τὰ ἐξῆς διασκοπήσωμεν. ἐπεὶ μὴ οἷόν τ’ ἦν ,φησὶν, εἰκόνα τοιαύτην δημιουργεῖν οἴαν ὁ λόγος ἐμήνυσε, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ Δῖός τὸ δείκηλον πεποιήκασιν ,ὅτι νοῦς ἦν καθ’ ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα.