Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.2-3
Not analysed yet
εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπο- λήψεις ἀνασκευάζει ,μὴ χρῆναι φάσκων θεοὺς ὑπο- λαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν, καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν, καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων · προστάττειν γὰρ ἀρτίως ἔφησε τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν.