Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.1-3
Not analysed yet
Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φω- νὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψε "Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς. "ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ κα- θόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσι θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν.