Ancient Greek
10.27 to 10.28
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.27-28
Not analysed yet
ἀπὸ δὲ τοῦ Πόντου γίνεται Σιδῶν, ἣ καθ’ ὑπερβολὴν εὐφωνίας πρώτη ὕμνον ᾠδῆς εὗρε, κα; Ποσειδῶν. τῷ δὲ Δημαροῦντι γίνεται Μέλκαθρος, ὁ καὶ Ἡρακλῆς. εἶτα πάλιν Οὐρανὸς πολεμεῖ Πόντῳ, καὶ ἀποστὰς Δημαροῦντι προστίθεται ,ἔπεισί τε Πόντῳ ὁ Δημαροῦς, τροποῦταί τε αὐτὸν ὁ Πόντος, ὁ δὲ Δημαροῦς φυγῆς θυσίαν ηὔξατο.