Ancient Greek · ~7 min
10.19 to 10.26
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.19-26
Not analysed yet
τίκτει δὲ τούτῳ ὃ κατὰ γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὅ καὶ ἐκάεσε Δημαροῦν. ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλει τῇ ἑαυτοῦ οἰκήσει, καὶ πόλιν πρώτην κτίζει τὴν ἐπὶ Φοινίκης Βύβλον. μετὰ ταῦτα τὸν ἀδελὸ τὸν ἴδιον Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος μετὰ γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν κατέχωσε κατὰ τοῦτον τὸν χρόνον οἶ ἀπὸ τῶν Διοσκούρων σχεδίας καὶ πλοῖα συνθέντες ἒπλευσαν, καὶ ἐκριφέντες περὶ τὸ Κάσσιον ὅρος ναὸν αὐτόθι ἀφιέρωσαν. οἱ δὲ σύμμαχοι Ἣλου τοῦ Κρόνου Ἐλωεὶμ ἐπεκλήθησαν, ὡς ἂν Κρόνιοι οὗτοι ἦσαν οἶ λεγόμενοι ἐπὶ Κρόνου, Κρόνος δὲ υἱὸν ἔχων Σάδιδον ἰδίῳ αὐτὸν σιδή- ρῳ διεχρήσατο, δι’ ὑπονοίας αὐτὸν ἐσχηκὼς, καὶ τῆς c ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς γενόμενος, ἐστέρησεν· ὡσαύτως καὶ θυγατρὸς ἰδίας τὴν κεφαλὴν ἀπέτεμεν, ὡς πάντας ἐκπεπλῆχθαι θεοὺς τὴν Κρόνου γνώμην. χρόνου δὲ προἰ· όντος Οὐρανὸς ἐν φυγῇ τυγχάνων θυγατέρα αὐτοῦ παρθένον Ἀστάρτην μεθ’ ἑτέρων ἀδελφῶν αὐτῆς δύο, Ῥέας καὶ Διώνης, δόλῳ τὸν Κρόνον ἀνελεῖν ὑπομέμπει· ἃς καὶ ἑλὼν ὁ Κρόνος κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιήσατο. γνοὺς δὲ Οὐρανὸς ἐπιστρατεύει κατὰ τοῦ Κρόνου Εἱμαρμένην καὶ Ὥραν μεθ’ ἑτέρων συμμάχων, καὶ ταύτας ἐξοικειωσάμενος ὁ Κρόνος παρ’ ἑαυτῷ κατέσχεν. ἔτι δὲ φησὶν) ἐπενόησε θεὸς Οὐρανὸς βαιτύλια, λίθους ἐμψύχους μηχανησάμενος. Κρόνῳ δὲ ἐγένοντο ἀπὸ Ἀστάρης θυγατέρες ἑπτὰ Τιτανίδες ἢ Αρτέμιδες. καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας παῖδες ἑπτὰ, ὧν ὁ νεώτατος ἅμα τῇ γενέσει ἀφιερώθη· καὶ ἀπὸ Διώνης θήλειαι, καὶ ἀπὸ Ἀστάρτης πάλιν ἂρρενες δύο, Πόθος καὶ Ἒρως. ὁ δὲ Δαγὼν, ἐπειδὴ εὗρε σῖτον καὶ ἄροτρον, ἐκλήθη Ζεὺς Ἀρότρις. Συδύκῳ δὲ, τῷ λεγομένῳ δικαίῳ, μία τῶν Τιτανίδων συνελθοῦσα γεννᾷ τὸν Ἀσκληπιόν. ἐγεννήθησαν δὲ καὶ ἐν Περαίᾳ Κρόνῳ τρεῖς παῖδες, Κρόνος ὁμώνυμος τῷ πατρὶ καὶ Ζεὺς Βῆλος καὶ Ἀπόλλων. κατὰ τούτους γίνονται Πόντος καὶ Τυφὼν καὶ Νηρεὺς, πατὴρ Πόντου.