Ancient Greek · ~2 min
10.3 to 10.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.3-4
Not analysed yet
ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ οὐδὲν ἐπιλέγειν χρή. ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου, καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν, καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν. ποιητὴν μὲν γὰρ αὐτὸν καὶ σωτῆρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχὴν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ᾿ ὅσιον ἂν εἴη λέγειν.