Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.5-2
Not analysed yet
καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προ- νοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ’ ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι’ ὧν φησιν ‘‘οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.” καὶ πάλιν ‘‘ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.” καὶ πάλιν ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· ”ἀλλ’ οὐχ ὡς ἐν μέρει τοῦ κόσμου, οὐδ’ ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοί· .