Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.36
Not analysed yet
πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦν- τες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεωςαὐτοῦ κλήρους.” “Ταῦτα, ὠ Βαρδησάνη, ἄκρως ἡμᾶς πέπεικε, φημὶ αὐτῷ. οἱ δὲ ἀστρονόμοι φασὶ τὴν γῆν ταύτην μεμερίσθαι εἰς ἑπτὰ κλίματα, καὶ ἄρχειν ἑκάστου κλίματος ἴνα τῶν ἑπτὰ ἀστέρων · καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς. ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι’’