Ancient Greek · ~6 min
10.37 to 10.42
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.37-2-42
Not analysed yet
“’Απεκρίνατο, οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὠ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτὰ, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολ- λὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας, οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια, οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανοὺς ,ἀλλὰ μυρίοι. μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἐνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀωθρωποφάγοι Ἰνδοὶ, καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἶ Μαγουσαῖοι οὐκ ἐν Πέρσιδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰ- κήσωσι ,τοὺς τῶν προγόνων φυλάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά τε ὄντα ἐν με- σημβρίᾳ καὶ δύσει ,καὶ ἀνατολῇ καὶ ἄρκτῳ ,τουτέστιν ἐν διαφόροις κλίμασι ,μὴ μετέχοντα Ἑρμαικῆς ἐπιστήμης. πόσοι, νομίζετε, ἄνδρες σοφοὶ παρ- ήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νό- μοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους ; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ, τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μώσεως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐν- τρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν, εἴτε ἐν Γαλλίᾳ, εἴτε ἐν Ἰταλίᾳ, εἴτε ἐν Ἑλλάδι, ἢ ἐν Παρθίᾳ, ἢ ἂν ὦσι ,τοῦτο ποιοῦσιν.