Ancient Greek · ~2 min
10.44 to 10.45
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.44-2-45
Not analysed yet
ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ ,καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ. τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως ,ἧς ἡμεῖς οἶ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἐνὶ ὀνόματι κεκλήμεθα;