Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.46-2
Not analysed yet
καὶ οὔτε οἶ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμὀῦσι, Πάρθοι τυγχάνοντες ,οὔθ’ οἶ ἐν Μη- δίᾳ κυσὶ προτιθέασι τοὺς νεκροὺς ,οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἄπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσὶν, οὔτε ὑπὸ τῶν κρκῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ’ ἡ ὕπο τῶν ἄρχων πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται.