Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.46
Not analysed yet
‟Τὴν μὲν οὖν τοῦ δράκοντος φύσιν καὶ τῶν ὄφενω αὐτὸς ἐξεθείασεν ὁ Ταυθὸς, καὶ μετ’ αὐτὸν αὖθις Φοίνικές τε καὶ Αἰγύπτιοι· πνευματικώτατον γὰρ τὸ ζῷον πάντων τῶν ἑρπετῶν καὶ πυρῶδες ὑπ’ αὐτοῦ παρεδόθη· παρ’ ὃ καὶ τάχος ἀνυπέρβλητον διὰ τοῦ πνεύματος παρίστησι ,χωρὶς ποδῶν τε καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοσθεν, δι’ ὧν τὰ λοιπὰ ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ, καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει τὰς ὁρμὰς ἐφ’ ὃ βούλεται τάχος.