Ancient Greek · ~6 min
10.47 to 10.51
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.47-51
Not analysed yet
καὶ πολυχρονιώτατον δέ ἐστιν, οὐ μόνον τε ἐκδυόμενον τὸ γήρας νεάζειν, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείξονα πέφυκε· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται ,ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως αὐτὸς ὁ Ταυθὸς κατέταξε γραφαῖς. διὸ καὶ ἐν ἱεροῖς τοῦτο τὸ ζῷον καὶ ἐν μυστηρίοις συμπαρείληπται. εἴρηται δὲ ἡμῖν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγραφομένοις Ἐθωθιῶν ὑπομνήμασιν ἐπὶ πλέον· ἐν οἷς κατασκευάξεται ὅτι ἀθάνατον εἴη, καὶ ὡς εἰς ἑαυτὸν ἀναλύεται, ὥσπερ πρόκειται· οὐ γὰρ θνήσκει ἰδίῳ θανάτῳ, εἰ μὴ βίᾳ τινὶ πληγὲν, τοῦτο τὸ ζῷον. Φοίνικες δὲ αὐτὸ ἀγαθὸν δαίμονα καλοῦσιν· ὁμοίως καὶ Αἰγύπτιοι κνὴφ ἐπονομάζουσι · προστιθέασι δὲ αὐτῷ ἱέρακος κεφαλὴν, διὰ τὸ πρακτικὸν τοῦ ἱέρακος. καί φησιν ὁ Ἐπήεις ἀλληγορῶν ,(ὁ ὀνομασθεὶς παρ’ αὐτοῖς μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεὺς, ὃν μετέφρασεν Ἄρειος Ἡρακλεοπολίτης) κατὰ λέξιν οὕτως · ῾τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος ἔχων μορφὴν, ἄγαν ἐπίχαρις· ὃς εἰ ἀναβλέψειε, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρωτογόνῳ χώρᾳ αὐτοῦ· εἰ δὲ καμμύσειε, σκότος ἐγίνετο,’ ἔμφασιν διδοὺς ὁ Ἐπήεις ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι ῾διηύγασε᾿ · φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. παρὰ Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ πιρ᾿ αὐτῷ λεγομένου Ὀφίονος θεοῦ καὶ τῶν Ὀφιονιδῶν ,περὶ ὧν αὖθις λέξομεν. ἔτι μὴν οἱ Αἰγύπτιοι ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸν κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράσσουσι, καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον · καὶ ἔστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ’ ἡμῖν θῆτα · τὸν μὲν κύκλον κόσμον μηνύοντες ,τὸν δὲ μέσον ὄφιν συνεκτικὸν τούτου ἀγαθὸν δαίμονα σημαίνοντες.