Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.50
Not analysed yet
ὅθεν δὴ καὶ τάδε σοι σαφῆ κα- ταστήσω. οὐ μὴν οἷός τ’ ἂν εἴης γυμνῶν ἐπαίειν τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παρα- στήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι’ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι’ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ’ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς εἰς τὴν Γένεσιν Ἐξηγητικοῖς θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον.