Ancient Greek · ~4 min
10.47 to 10.49
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.47-2-49
Not analysed yet
ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται, κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγάξουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄν- θρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστε εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ’ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα · τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀν- θίστασθαι ,αὐτοῦ χρηστοῦ ὄντος ,καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ,ἀνθίσταται.’’ Τοσαῦτα καὶ ὁ Σύρος. ἑνὸς δὲ ἔτι μνησθεὶς περιγράψω τὸν λόγον. ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν γραμμάτων αὐταρκῶς παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων ,ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγγελικῆς Ἀποδείξεως Προπαρασκευὴν, εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων.