Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.55
Not analysed yet
ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας ,τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων ,δῆλον ἂν εἴη, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὐτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. τοιαύτη μὲν οὑν ἡ Φοινίκων θεολογία· ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι.