Ancient Greek · ~2 min
10.53 to 10.54
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.53-54
Not analysed yet
Πάντες δὲ τὰς ἀφορμὰς παρὰ Ταυθοῦ λαβόντες ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων ναοὺς κατασκευασάμενοι ἐν ἀδύτοις ἀφιέρωσαν ,καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίξοντες καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ τῶν ὄφεων. Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας τοῦτον περιέχει τὸν τρόπον· ἣν ἀμεταστρεπτὶ φεύγειν καὶ τῆς τῶν παλαιόν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος.