Ancient Greek · ~2 min
10.7 to 10.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.7-3-8
Not analysed yet
τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἰ ποτε ἑκὼν δουλεύσει ,καὶ τοῦτο τῆς ἐλευθε- ρίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα. πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα, κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι λοὶ κρεῶν οὐ γεύονται, ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ’ ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν ,οἱ δὲ οἰνοποτοῦσιν ,οἶ δὲ σικερατίζουσι.