Ancient Greek · ~3 min
11.1 to 11.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.1-4
Not analysed yet
‟Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος. Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Δῖός εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτέ ἐστιν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον· σῶμα δὲ ὁ ἀὴρ ,καὶ πολὺ πρότερον ὁ αἰθήρ. ὁ δὴ νοῦς ἄρα τοῦ Δῖός ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα; εἶτ’ οὐκ οἶδ’ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων Νοῦς δέ οἱ ἀψευδὴς, βασιλήιος ἄφθιτος αἰθὴρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν αὐδὴ, οὔτ’ ἐνοπὴ, οὔτε κτύπος, οὐδὲ μὲν ὅσσα, ἣ λήθει Δῖός οὖας ὑπερμενέος Κρονίωνος. δι’ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Δῖός.