Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.5
Not analysed yet
ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει ‟Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· λήθω γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν, καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γινομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου · διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.’