Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.10
Not analysed yet
τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ · θηλύμορφος ,μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν.