Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.9
Not analysed yet
τούτοις ἑξῆς ἐπισυνάπτει λέγων ‟᾿Επεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις ,ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπὰς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος ,Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς· ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν.