Ancient Greek
11.12 to 11.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.12-14
Not analysed yet
Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσὶν ἀναλογίᾳ προσήκοντες. ἀλλ’ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων, —ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν —ὁ δὲ Ἄδωνις τῆς τόν τελείων καρπῶν ἐκτομῆς σύμβολον. ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος. ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεως τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις ,τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.