Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.15
Not analysed yet
‟Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύεται ,ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος ,ὡς δὲ τοκὰς ἡ τροφὸς, ὡς δὲ ῾Ρέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδὸς, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίαπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη 5 τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται ,τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένου, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν,