Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.15-2
Not analysed yet
ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴ- τιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως.