Ancient Greek · ~6 min
11.16 to 11.20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.16-2-20
Not analysed yet
ὡς εἴ τις ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι, μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα φέρε εἰπεῖν τὸν θεόν. ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν, οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοὺς ἐν οἷς οἷον ἐτύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα.” “Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γρα- φῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι ἀξίωμα δυνάμεως νοῦ θεοῦ. εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστήσαι, πλήρεις μέν εἰσιν αἶ προφητεῖαι τοιούτων παραδειγμάτων, καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν “ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.’’