Ancient Greek · ~4 min
11.2 to 11.5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.2-5
Not analysed yet
ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ’ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον, καὶ πράξεις ἀποδέκτας πάλιν τε αὖ ψεκτάς. ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ημαριηχότας, ὡς κολασθησομένους · τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γε- νόμενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ’ οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία ,κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ τοῦ θεοῦ ἐκκλησίας· εἰ μὴ ἄρα καὶ Χριστὸς, κατὰ τοὺς οὕτω τολμῶντας ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος ,πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου. ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι.