Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.6-2
Not analysed yet
πυθοίμεθα δ’ ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι ,ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι- ούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν ,ἀνδροφονίαις καὶ πειρατείαις;