Ancient Greek · ~5 min
11.20 to 11.23
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.20-23
Not analysed yet
τίς δ’ ἂν ὑπομείνειε σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας ,τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη ,εἰ δὴ οἶ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἶ Σάτυροι, αἶ δὲ Βάκχαι τὰς εἰς ἔκτασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς ; καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνῃ ,καὶ τὴν τόν ἑξῆς ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεὺς, τόνδε ἐπεξιὼν τὸν τρόπον ‟Τὴν Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη ᾿Αχελῶος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλαττίων Ποσειδῶν, πάλιν τῆς θαλαττοποιοῦ, καθὸ γεννητικὴ ,᾿Αμφιτρίτης οὔσης. καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνάμεις Νύμφαι ,αἶ δὲ τῶν θαλαττίων Νηρηίδες κέκληνται. τοῦ δ’ αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πέλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορὰς, ἔνθα τοῦ πυρός ἐστι τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον . τὸ δὲ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ’ ὕλης · διὸ χωλεύει ,ὕλης δεόμενον εἰς ὑπέρεισμα.