Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.19
Not analysed yet
τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν, καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον ,τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίας τιμῆς, ὅν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν ,Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους;