Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.22
Not analysed yet
καὶ έν τῷ Ἠσαίᾳ, γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ’ ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενο- μένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ ὀνομαστὶ προφητεύεται οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ ,οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνο· ίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκὰς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω · καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἔνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου, καὶ προσδέξομαί σε.