Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.21
Not analysed yet
σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γεμέσθαι προφητευόμενα οὕτως ‘καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ,ἐν τῇ πέμπτῃ καὶ δε- κάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν.’ εἶτα μετ’ ὀλίγα ‘καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθὴλ, καὶ ‘Iεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύ- ριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ ,καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων, ‘τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων, ἰδοὺ τὸ θυ- σιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐτῷ. καὶ μετ’ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσια- στήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυ- σιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ κυρίου.