Ancient Greek
11.43 to 11.48
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.43-2-48
Not analysed yet
οὐ γὰρ ὥσπερ, ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σω- φρονῆσαι· δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιτρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατ᾿ αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐν- νοιῶν καὶ λόγου προτρεπτικοῦ. πάλιν δ᾿ αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ᾿ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοῖς προφήταις κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρ- τήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται “ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.’’ οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν, ἢ οὒ, φησὶν ‘‘ἴσως ἀκούσονται καὶ μετανοήσουσιν,’’ ἀλλ’ οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα ,ὡς οὐκ ὄντος ἐπ’ αὐτοῖς τοῦ ἐπιστρέψαι ,καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν ἁμαρτημάτων. ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκέτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἀμαρτίας,ὡς πάντως ἐσομένου τοῦ προειρημένου. καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτ’ ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ.