Ancient Greek · ~3 min
11.49 to 11.50
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.49-50
Not analysed yet
πάντα γοῦν χρη- σίμως ὁ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶςἀπὸ τοῦ ἀθλεῖν κατὰτῆς κακίας, ἐπέτρεψε δ’ ἂν δόξασα κατειλῆφθαι ,πρὸς τὸ μὴ ἀντι- παλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸνγενέσθαιτινὰτὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. πρὸς οἶς γὰρ ἔχομενκαὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ καὶ ἀγαθὸν γενέσθαι · προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.’