Ancient Greek
11.62 to 11.63
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.62-63
Not analysed yet
μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγγ̣αταθήσονται μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ’ ὡς προειρήκαμεν ,εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυ- θότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προ- απεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ’ ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ ση- μαίνειν ,ἐμποδίζει τὸ ἐφ’ ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα.