Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.64
Not analysed yet
διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακὼβ ἀνέγνων γὰρ ὲν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμ- βήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.’ τάχα δὲ καὶ τὸ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον’ τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ ,ἔν’ οὕτως εἴπω ,πληρωθη- σομἐνους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶ- σθαι τῷ ἐκβεβηκέναι.