Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.7
Not analysed yet
πάλιν δὲ προιὼν ἑξῆς λέγει ‟Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Εστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ ῾Ρέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητρα τὴν τῆς πεδινῆς καὶ γονίμου. ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ ῾Ρέᾳ, διενήνοχε δὲ, ὅτι αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Δῖός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.”