Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.8
Not analysed yet
Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Δῖός κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλὴν ὅτι διενήνοχε, καθὸ, φησὶν, ἡ Δημήτηρ ἐκ Δῖός κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται.