Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.7-3
Not analysed yet
καὶ πάλιν ’οὕτως ἐρεῖτε αὐτοῖς, θεοὶ, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.”