Ancient Greek · ~3 min
11.8 to 11.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.8-2-9
Not analysed yet
καὶ πάλιν ’ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ κρθβῶ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. με.” Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μώσεως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραὰμ, ὅς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε.