Ancient Greek · ~2 min
11.70 to 11.71
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.70-71
Not analysed yet
καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖρθαι καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἶ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἷδ’ ὅπως ἐξώκειλαν οἶ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀρτεροσκοπικὴν, ,οὐκέτι δὲ τὴν γενεθλιαλογικήν.