Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.72
Not analysed yet
εἰ γὰρ ἐπιγινώσκεται ,(ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθια,) γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβά- νεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων; τί δὲ μᾶλλον ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.’’