Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.9-2
Not analysed yet
δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται.