Ancient Greek · ~2 min
11.7 to 11.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.7-2-8
Not analysed yet
καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ’ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν προïστάμενοι προἱστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακός καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;” “Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ ,ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ’ ὣς ὃ βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ᾿ αὐτοὺς πατὴρ εὐλόγως · χρηματίζοι δίκαιος;