Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12.10
Not analysed yet
εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μώσης ὁ πάνσοφος, ἀρχόμενος τῆς κατ’ αὐτὸν κοσμογονίας, ἐν τῇ προαποδοθείσῃ ἀρχῇ, πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν φησίν· αὐτῷ τε εἰσάγει, ὡς ἂν οἰκείῳ καὶ πρωτογόνῳ αὐτοῦ λόγῳ λόγῳ, κοινολογούμενον ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τὸν θεὸν ἐν οἷς γράφει καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.”