Ancient Greek · ~5 min
12.11 to 12.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12.11-14
Not analysed yet
τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ τοῦ πρώτου αἰτίου διεξιὼν “αὐτὸς” φησὶν “εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο ἐνετείλατο, καὶ ἐκτίσθησαν·” ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον, ὡς ἂν πατρὸς πρὸς υἱὸν υἱὸν, διάταξίν τε καὶ παρακέλευσιν ὑφιστάμενος πάντη γὰρ δήπουθεν δῆλον ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. διαρρήδην δ’ αὖ πάλιν Μώσης ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων “καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ.” οἷς συμφώνως καὶ Δαβὶδ ψάλλων ἔφησεν “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ προιὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.” ἔνα δὲ μὴ σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς ·