Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12.2
Not analysed yet
τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα ,τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ’ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι · φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν ,ἔνθα τὸ φῶς· ὁ δὲ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας.