Ancient Greek · ~4 min
12.3 to 12.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12.3-6
Not analysed yet
θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὦρος. ἡ δὲ τῆς Εἰληθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι. ἐν δὲ τοῖς κατ᾿ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται ,δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνην, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ. καὶ ἄνθρωπος δὲ παρ᾿ Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος, καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ᾿ ὀλίγον φάγοι ἂν τὰ ὧς ἂν ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα. ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν.