Ancient Greek · ~2 min
13.12 to 13.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.12-13
Not analysed yet
ἀλλὰ καὶ ἡ Λητὼ πάλιν λήθω τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον ,ὥς φασιν, ἀναισθησίαν, καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ’ ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητρα, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν ;